Slike stranica
PDF
ePub

DE FIDE ET SYMBOLO.

[graphic][subsumed]

De Fide et Symbolo:

DOCUMENTA QUÆDAM NEC NON ALIQUO-
RUM SS. PATRUM TRACTATUS.

EDIDIT

CAROLUS A. HEURTLEY, S.T.P.

DOM. MARGARETE PRELECIOR, ET EDIS CHRISTI CANONICUS.

Ονπερ τρόπον ὁ τοῦ σινάπεως σπόρος ἐν μικρῶ κοκκῷ
πολλοὺς περιέχει τοὺς κλάδους, οὕτω καὶ ἡ Πίστις αὕτη
ἐν ὀλίγοις ῥήμασι πᾶσαν τὴν ἐν τῇ παλαιᾷ καὶ καινῇ τῆς
εὐσεβείας γνῶσιν ἐγκεκόλπισται.

Oronii et Londini :

APUD JACOBUM PARKER ET SOCIOS.

1869.

110. Κ. 311.

S. CYRILL. HIEROS. CATECH. V. § 12.

ΠΙΣΤΙΝ δὲ ἐν μαθήσει καὶ ἐπαγγελία κτῆσαι καὶ τήρησον μόνην τὴν ὑπὸ τῆς Ἐκκλησίας νυνί σοι παραδιδομένην, τὴν ἐκ πάσης γραφῆς ὠχυρωμένην. Επειδὴ γὰρ οὐ πάντες δύο νανται τὰς γραφὰς ἀναγινώσκειν, ἀλλὰ τοὺς μὲν ἰδιωτεία, τοὺς δὲ ἀσχολία τις ἐμποδίζει πρὸς τὴν γνῶσιν, ὑπὲρ τοῦ μὴ τὴν ψυχὴν ἐξ ἀμαθίας ἀπολέσθαι, ἐν ὀλίγοις τοῖς στίχοις τὸ πᾶν δόγμα τῆς πίστεως περιλαμβάνομεν. Οπερ καὶ ἐπ ̓ αὐτῆς τῆς λέξεως μνημονεῦσαι ὑμᾶς βούλομαι, καὶ παρ ̓ ἑαυτοῖς μετὰ πάσης σπουδῆς ἀπαγγεῖλαι, οὐκ εἰς χάρτας απογραφομένους, ἀλλ ̓ ἐν καρδίᾳ τῇ μνήμῃ στηλογραφοῦντας φυλαττομένους, ἐν τῷ μελετῶν, μὴ πού τις κατηχούμενος ἐπακούσῃ τῶν παραδεδομένων· ἔχειν τε ταύτην ἐφόδιον ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς, καὶ παρὰ ταύτην ἄλλην μηκέτι δέξασθαι, μήτε ἂν ἡμεῖς αὐτοὶ μεταθέμενοι τοῖς νῦν διδασκομένοις έναντιολογῶμεν, μήτε ἂν ἄγγελος ἐναντίος, εἰς ἄγγελον φωτὸς μετασχηματισθεὶς, πλανῆσαι σε βούληται. Καν γὰρ ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμᾶς παρ ̓ ὁ νῦν παρελάβετε, ἀνάθεμα ὑμῖν ἔστω. Καὶ τέως μὲν ἐπ ̓ αὐτῆς τῆς λέξεως ἀκούων, μνημόνευσον τῆς Πίστεως. Εκδέχου δὲ, κατὰ τὸν δεόντα καιρὸν, τὴν ἀπὸ τῶν θείων γραφῶν περὶ ἑκάστου τῶν ἐγκειμένων σύστασιν. Οὐ γὰρ ὡς ἔδοξεν ἀνθρώποις συνετέθη τὰ τῆς Πίστεως, ἀλλ ̓ ἐκ πάσης γραφῆς τὰ καιριώτατα συλλεχθέντα μίαν ἀναπληροῖ τὴν τῆς Πίστεως διδασκαλίαν. Καὶ ὅνπερ τρόπον ὁ τοῦ σινάπεως σπόρος ἐν μικρῶ κόκκῳ πολλοὺς περιέχει τοὺς κλάδους, οὕτω καὶ ἡ Πίστις αὕτη ἐν ὀλίγοις ῥήμασι πᾶσαν τὴν ἐν τῇ παλαιᾷ καὶ καινῇ τῆς εὐσεβείας γνῶσιν ἐγκεκόλπισται.

« PrethodnaNastavi »